Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.188 Joseph. AJ 10.193 (English) >>Joseph. AJ 10.196

10.191 δʼ εἶναι μὲν ἕτοιμος ἔλεγεν ὑπηρετεῖν αὐτῶν τῇ προαιρέσει, ὑφορᾶσθαι δέ, μὴ κατάδηλοι τῷ βασιλεῖ γενηθέντες ἐκ τῆς τῶν σωμάτων ἰσχνότητος καὶ τῆς τροπῆς τῶν χαρακτήρων, συμμεταβάλλειν γὰρ αὐτοῖς ἀνάγκη τὰ σώματα καὶ τὰς χρόας ἅμα τῇ διαίτῃ, καὶ μάλιστα τῶν ἄλλων παίδων εὐπαθούντων ἐλεγχθέντες αἴτιοι κινδύνου καὶ τιμωρίας αὐτῷ καταστῶσιν. 10.192ἔχοντα τοίνυν πρὸς τοῦτʼ εὐλαβῶς τὸν Ἀσχάνην πείθουσιν ἐπὶ δέκα ἡμέρας ταῦτα παρασχεῖν αὐτοῖς πείρας ἕνεκα καὶ μὴ μεταβαλούσης μὲν αὐτοῖς τῆς τῶν σωμάτων ἕξεως ἐπιμένειν τοῖς αὐτοῖς, ὡς οὐδὲν ἔτι εἰς αὐτὴν βλαβησομένων, εἰ δὲ μειωθέντας ἴδοι καὶ κάκιον τῶν ἄλλων ἔχοντας, ἐπὶ τὴν προτέραν αὐτοὺς δίαιταν ἄγειν. 10.193ὡς δὲ οὐ μόνον οὐδὲν αὐτοὺς ἐλύπει τὴν τροφὴν ἐκείνην προσφερομένους, ἀλλὰ καὶ τῶν ἄλλων εὐτραφέστεροι τὰ σώματα καὶ μείζονες ἐγίνοντο, ὡς τοὺς μὲν ἐνδεεστέρους ὑπολαμβάνειν οἷς τὴν βασιλικὴν συνέβαινεν εἶναι χορηγίαν, τοὺς δὲ μετὰ τοῦ Δανιήλου δοκεῖν ἐν ἀφθονίᾳ καὶ τρυφῇ τῇ πάσῃ βιοῦν, ἔκτοτε μετʼ ἀδείας Ἀσχάνης μὲν ἀπὸ τοῦ δείπνου καθʼ ἡμέραν συνήθως ἔπεμπε τοῖς παισὶν βασιλεὺς αὐτὸς ἐλάμβανεν, ἐχορήγει δʼ αὐτοῖς τὰ προειρημένα. 10.194οἱ δὲ ὡς καὶ τῶν ψυχῶν αὐτοῖς διὰ τοῦτο καθαρῶν καὶ πρὸς τὴν παιδείαν ἀκραιφνῶν γεγενημένων καὶ τῶν σωμάτων πρὸς φιλοπονίαν εὐτονωτέρων, οὔτε γὰρ ἐκείνας ἐφείλκοντο καὶ βαρείας εἶχον ὑπὸ τροφῆς ποικίλης οὔτε ταῦτα μαλακώτερα διὰ τὴν αὐτὴν αἰτίαν, πᾶσαν ἑτοίμως ἐξέμαθον παιδείαν ἥτις ἦν παρὰ τοῖς Ἑβραίοις καὶ τοῖς Χαλδαίοις. μάλιστα δὲ Δανίηλος ἱκανῶς ἤδη σοφίας ἐμπείρως ἔχων περὶ κρίσεις ὀνείρων ἐσπουδάκει, καὶ τὸ θεῖον αὐτῷ φανερὸν ἐγίνετο.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.188 Joseph. AJ 10.193 (English) >>Joseph. AJ 10.196

Powered by PhiloLogic